ΑΠΟΣΤΟΛΟΣ (Πράξ. ια’ 19-30)
Εν ταῖς ἡμέραις ἐκείναις, διασπαρέντες οἱ ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
Μετάφραση
Εκεῖνες τίς μέρες, οἱ ἀπόστολοι πού εἶχαν διασκορπιστεῖ ἀπό τά Ἱεροσόλυμα, μετά τό διωγμό πού ἀκολούθησε τό λιθοβολισμό τοῦ Στεφάνου, ἔφτασαν ὡς τή Φοινίκη, τήν Κύπρο καί τήν Ἀντιόχεια. Σέ κανέναν δέν κήρυτταν γιά τό Χριστό παρά μόνο στούς Ἰουδαίους. Ἀνάμεσά τους ἦταν καί μερικοί Κύπριοι καί Κυρηναῖοι, πού εἶχαν ἔρθει στήν Ἀντιόχεια καί κήρυτταν στούς ἑλληνόφωνους Ἰουδαίους τό χαρμόσυνο μήνυμα, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Κύριος. Ἡ δύναμη τοῦ Κυρίου ἦταν μαζί τους, καί πολλοί ἦταν ἐκεῖνοι πού πίστεψαν καί δέχτηκαν τόν Ἰησοῦ γιά Κύριό τους.
Οἱ εἰδήσεις γι΄ αὐτά ἔφτασαν καί στήν ἐκκλησία τῶν Ἱεροσολύμων· ἔτσι ἔστειλαν τό Βαρνάβα νά πάει στήν Ἀντιόχεια. Αὐτός, ὅταν ἔφτασε ἐκεῖ καί εἶδε τό ἔργο τῆς χάριτος τοῦ Θεοῦ, χάρηκε καί τούς συμβούλευε ὅλους νά μένουν ἀφοσιωμένοι στόν Κύριο μέ ὅλη τους τήν καρδιά. Γιατί ὁ Βαρνάβας ἦταν ἄνθρωπος ἀγαθός καί γεμάτος Ἅγιο Πνεῦμα καί πίστη. Ἔτσι, πολύς κόσμος προστέθηκε στούς πιστούς τοῦ Κυρίου. Ὕστερα ὁ Βαρνάβας πῆγε στήν Ταρσό γιά νά ἀναζητήσει τό Σαῦλο. Κι ὃταν τόν βρῆκε, τόν ἔφερε στήν Ἀντιόχεια. Ἐκεῖ συμμετεῖχαν στίς συνάξεις τῆς ἐκκλησίας γιά ἕναν ὁλόκληρο χρόνο καί δίδαξαν πολύν κόσμο. Ἐπίσης στήν Ἀντιόχεια γιά πρώτη φορά ὀνομάστηκαν οἱ μαθητές τοῦ Ἰησοῦ «Χριστιανοί».
Ἐκεῖνες τίς μέρες κατέβηκαν ἀπό τά Ἱεροσόλυμα προφῆτες στήν Ἀντιόχεια. Ἕνας ἀπ΄ αὐτούς, πού τόν ἔλεγαν Ἄγαβο, προανάγγειλε μέ τό φωτισμό τοῦ Ἁγίου Πνεύματος ὅτι θά πέσει σ΄ ὅλη τήν οἰκουμένη μεγάλη πείνα, πράγμα πού ἔγινε ὅταν αὐτοκράτορας ἦταν ὁ Κλαύδιος. Οἱ χριστιανοί στήν Ἀντιόχεια ἀποφάσισαν νά στείλουν βοήθεια στούς ἀδελφούς πού κατοικοῦσαν στήν Ἰουδαία, ὅ,τι μποροῦσε ὁ καθένας. Αὐτό κι ἔκαναν· ἔστειλαν τή βοήθειά τους μέ τό Βαρνάβα καί τό Σαῦλο στούς πρεσβυτέρους τῶν Ἱεροσολύμων.